Mark 14:68-70

BGB(i) 68 Ὁ δὲ ἠρνήσατο λέγων “Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις.” καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, ‹καὶ ἀλέκτωρ ἐφώνησεν›· 69 Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι “Οὗτος ἐξ αὐτῶν ἐστιν.” 70 Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ “Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ.”