Luke 6:12-16

BGB(i) 12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, 14 Σίμωνα, ὃν καὶ ὠνόμασεν, Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, καὶ Ἰάκωβον καὶ Ἰωάννην, καὶ Φίλιππον καὶ Βαρθολομαῖον, 15 καὶ Μαθθαῖον καὶ Θωμᾶν, καὶ Ἰάκωβον Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν, 16 καὶ Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριὼθ, ὃς ἐγένετο προδότης,