Luke 23:44-46

BGB(i) 44 Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45 τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν “Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου.” τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.