Luke 10:26-28

BGB(i) 26 Ὁ δὲ εἶπεν πρὸς αὐτόν “Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;” 27 Ὁ δὲ ἀποκριθεὶς εἶπεν “‘Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου,’ καὶ ‘Τὸν πλησίον σου ὡς σεαυτόν.’” 28 Εἶπεν δὲ αὐτῷ “Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.”