Hebrews 10:6-12

BGB(i) 6 Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας Οὐκ εὐδόκησας. 7 Τότε εἶπον ‘Ἰδοὺ ἥκω, Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, Τοῦ ποιῆσαι ὁ Θεός, τὸ θέλημά σου.’” 8 Ἀνώτερον λέγων ὅτι “Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας,” αἵτινες κατὰ νόμον προσφέρονται, 9 τότε εἴρηκεν “Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου.” ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ. 10 ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ. 11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· 12 οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ,