Bible verses about patriotism | Stephanus

Bible verses about "patriotism" | Stephanus

Matthew 24:13

13 ο δε υπομεινας εις τελος ουτος σωθησεται

1 John 5:19

19 οιδαμεν οτι εκ του θεου εσμεν και ο κοσμος ολος εν τω πονηρω κειται

Revelation 13:4-15

4 και προσεκυνησαν τον δρακοντα ος εδωκεν εξουσιαν τω θηριω και προσεκυνησαν το θηριον λεγοντες τις ομοιος τω θηριω τις δυναται πολεμησαι μετ αυτου5 και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιας και εδοθη αυτω εξουσια ποιησαι μηνας τεσσαρακοντα δυο6 και ηνοιξεν το στομα αυτου εις βλασφημιαν προς τον θεον βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου και τους εν τω ουρανω σκηνουντας7 και εδοθη αυτω πολεμον ποιησαι μετα των αγιων και νικησαι αυτους και εδοθη αυτω εξουσια επι πασαν φυλην και γλωσσαν και εθνος8 και προσκυνησουσιν αυτω παντες οι κατοικουντες επι της γης ων ου γεγραπται τα ονοματα εν τη βιβλω της ζωης του αρνιου εσφαγμενου απο καταβολης κοσμου9 ει τις εχει ους ακουσατω10 ει τις αιχμαλωσιαν συναγει εις αιχμαλωσιαν υπαγει ει τις εν μαχαιρα αποκτενει δει αυτον εν μαχαιρα αποκτανθηναι ωδε εστιν η υπομονη και η πιστις των αγιων11 και ειδον αλλο θηριον αναβαινον εκ της γης και ειχεν κερατα δυο ομοια αρνιω και ελαλει ως δρακων12 και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου και ποιει την γην και τους κατοικουντας εν αυτη ινα προσκυνησωσιν το θηριον το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου13 και ποιει σημεια μεγαλα ινα και πυρ ποιη καταβαινειν εκ του ουρανου εις την γην ενωπιον των ανθρωπων14 και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω ο εχει την πληγην της μαχαιρας και εζησεν15 και εδοθη αυτω δουναι πνευμα τη εικονι του θηριου ινα και λαληση η εικων του θηριου και ποιηση οσοι αν μη προσκυνησωσιν την εικονα του θηριου ινα αποκτανθωσιν

Matthew 24:6

6 μελλησετε δε ακουειν πολεμους και ακοας πολεμων ορατε μη θροεισθε δει γαρ παντα γενεσθαι αλλ ουπω εστιν το τελος

1 Peter 2:9-10

9 υμεις δε γενος εκλεκτον βασιλειον ιερατευμα εθνος αγιον λαος εις περιποιησιν οπως τας αρετας εξαγγειλητε του εκ σκοτους υμας καλεσαντος εις το θαυμαστον αυτου φως10 οι ποτε ου λαος νυν δε λαος θεου οι ουκ ηλεημενοι νυν δε ελεηθεντες

Matthew 7:7-11

7 αιτειτε και δοθησεται υμιν ζητειτε και ευρησετε κρουετε και ανοιγησεται υμιν8 πας γαρ ο αιτων λαμβανει και ο ζητων ευρισκει και τω κρουοντι ανοιγησεται9 η τις εστιν εξ υμων ανθρωπος ον εαν αιτηση ο υιος αυτου αρτον μη λιθον επιδωσει αυτω10 και εαν ιχθυν αιτηση μη οφιν επιδωσει αυτω11 ει ουν υμεις πονηροι οντες οιδατε δοματα αγαθα διδοναι τοις τεκνοις υμων ποσω μαλλον ο πατηρ υμων ο εν τοις ουρανοις δωσει αγαθα τοις αιτουσιν αυτον

John 15:13

13 μειζονα ταυτης αγαπην ουδεις εχει ινα τις την ψυχην αυτου θη υπερ των φιλων αυτου

1 Timothy 2:1-3

1 παρακαλω ουν πρωτον παντων ποιεισθαι δεησεις προσευχας εντευξεις ευχαριστιας υπερ παντων ανθρωπων2 υπερ βασιλεων και παντων των εν υπεροχη οντων ινα ηρεμον και ησυχιον βιον διαγωμεν εν παση ευσεβεια και σεμνοτητι3 τουτο γαρ καλον και αποδεκτον ενωπιον του σωτηρος ημων θεου

Philippians 3:20

20 ημων γαρ το πολιτευμα εν ουρανοις υπαρχει εξ ου και σωτηρα απεκδεχομεθα κυριον ιησουν χριστον

Romans 13:1-5

1 πασα ψυχη εξουσιαις υπερεχουσαις υποτασσεσθω ου γαρ εστιν εξουσια ει μη απο θεου αι δε ουσαι εξουσιαι υπο του θεου τεταγμεναι εισιν2 ωστε ο αντιτασσομενος τη εξουσια τη του θεου διαταγη ανθεστηκεν οι δε ανθεστηκοτες εαυτοις κριμα ληψονται3 οι γαρ αρχοντες ουκ εισιν φοβος των αγαθων εργων αλλα των κακων θελεις δε μη φοβεισθαι την εξουσιαν το αγαθον ποιει και εξεις επαινον εξ αυτης4 θεου γαρ διακονος εστιν σοι εις το αγαθον εαν δε το κακον ποιης φοβου ου γαρ εικη την μαχαιραν φορει θεου γαρ διακονος εστιν εκδικος εις οργην τω το κακον πρασσοντι5 διο αναγκη υποτασσεσθαι ου μονον δια την οργην αλλα και δια την συνειδησιν

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.