Bible verses about illuminati | Stephanus

Bible verses about "illuminati" | Stephanus

Mark 10:1-52

1 κακειθεν αναστας ερχεται εις τα ορια της ιουδαιας δια του περαν του ιορδανου και συμπορευονται παλιν οχλοι προς αυτον και ως ειωθει παλιν εδιδασκεν αυτους2 και προσελθοντες οι φαρισαιοι επηρωτησαν αυτον ει εξεστιν ανδρι γυναικα απολυσαι πειραζοντες αυτον3 ο δε αποκριθεις ειπεν αυτοις τι υμιν ενετειλατο μωσης4 οι δε ειπον μωσης επετρεψεν βιβλιον αποστασιου γραψαι και απολυσαι5 και αποκριθεις ο ιησους ειπεν αυτοις προς την σκληροκαρδιαν υμων εγραψεν υμιν την εντολην ταυτην6 απο δε αρχης κτισεως αρσεν και θηλυ εποιησεν αυτους ο θεος7 ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα και προσκολληθησεται προς την γυναικα αυτου8 και εσονται οι δυο εις σαρκα μιαν ωστε ουκετι εισιν δυο αλλα μια σαρξ9 ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω10 και εν τη οικια παλιν οι μαθηται αυτου περι του αυτου επηρωτησαν αυτον11 και λεγει αυτοις ος εαν απολυση την γυναικα αυτου και γαμηση αλλην μοιχαται επ αυτην12 και εαν γυνη απολυση τον ανδρα αυτης και γαμηθη αλλω μοιχαται13 και προσεφερον αυτω παιδια ινα αψηται αυτων οι δε μαθηται επετιμων τοις προσφερουσιν14 ιδων δε ο ιησους ηγανακτησεν και ειπεν αυτοις αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου15 αμην λεγω υμιν ος εαν μη δεξηται την βασιλειαν του θεου ως παιδιον ου μη εισελθη εις αυτην16 και εναγκαλισαμενος αυτα τιθεις τας χειρας επ αυτα ηυλογει αυτα17 και εκπορευομενου αυτου εις οδον προσδραμων εις και γονυπετησας αυτον επηρωτα αυτον διδασκαλε αγαθε τι ποιησω ινα ζωην αιωνιον κληρονομησω18 ο δε ιησους ειπεν αυτω τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος19 τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης μη αποστερησης τιμα τον πατερα σου και την μητερα20 ο δε αποκριθεις ειπεν αυτω διδασκαλε ταυτα παντα εφυλαξαμην εκ νεοτητος μου21 ο δε ιησους εμβλεψας αυτω ηγαπησεν αυτον και ειπεν αυτω εν σοι υστερει υπαγε οσα εχεις πωλησον και δος τοις πτωχοις και εξεις θησαυρον εν ουρανω και δευρο ακολουθει μοι αρας τον σταυρον22 ο δε στυγνασας επι τω λογω απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα23 και περιβλεψαμενος ο ιησους λεγει τοις μαθηταις αυτου πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισελευσονται24 οι δε μαθηται εθαμβουντο επι τοις λογοις αυτου ο δε ιησους παλιν αποκριθεις λεγει αυτοις τεκνα πως δυσκολον εστιν τους πεποιθοτας επι τοις χρημασιν εις την βασιλειαν του θεου εισελθειν25 ευκοπωτερον εστιν καμηλον δια της τρυμαλιας της ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν26 οι δε περισσως εξεπλησσοντο λεγοντες προς εαυτους και τις δυναται σωθηναι27 εμβλεψας δε αυτοις ο ιησους λεγει παρα ανθρωποις αδυνατον αλλ ου παρα τω θεω παντα γαρ δυνατα εστιν παρα τω θεω28 και ηρξατο ο πετρος λεγειν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι29 αποκριθεις δε ο ιησους ειπεν αμην λεγω υμιν ουδεις εστιν ος αφηκεν οικιαν η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους ενεκεν εμου και του ευαγγελιου30 εαν μη λαβη εκατονταπλασιονα νυν εν τω καιρω τουτω οικιας και αδελφους και αδελφας και μητερας και τεκνα και αγρους μετα διωγμων και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον31 πολλοι δε εσονται πρωτοι εσχατοι και οι εσχατοι πρωτοι32 ησαν δε εν τη οδω αναβαινοντες εις ιεροσολυμα και ην προαγων αυτους ο ιησους και εθαμβουντο και ακολουθουντες εφοβουντο και παραλαβων παλιν τους δωδεκα ηρξατο αυτοις λεγειν τα μελλοντα αυτω συμβαινειν33 οτι ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και τοις γραμματευσιν και κατακρινουσιν αυτον θανατω και παραδωσουσιν αυτον τοις εθνεσιν34 και εμπαιξουσιν αυτω και μαστιγωσουσιν αυτον και εμπτυσουσιν αυτω και αποκτενουσιν αυτον και τη τριτη ημερα αναστησεται35 και προσπορευονται αυτω ιακωβος και ιωαννης οι υιοι ζεβεδαιου λεγοντες διδασκαλε θελομεν ινα ο εαν αιτησωμεν ποιησης ημιν36 ο δε ειπεν αυτοις τι θελετε ποιησαι με υμιν37 οι δε ειπον αυτω δος ημιν ινα εις εκ δεξιων σου και εις εξ ευωνυμων σου καθισωμεν εν τη δοξη σου38 ο δε ιησους ειπεν αυτοις ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω πινω και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι39 οι δε ειπον αυτω δυναμεθα ο δε ιησους ειπεν αυτοις το μεν ποτηριον ο εγω πινω πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε40 το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων μου ουκ εστιν εμον δουναι αλλ οις ητοιμασται41 και ακουσαντες οι δεκα ηρξαντο αγανακτειν περι ιακωβου και ιωαννου42 ο δε ιησους προσκαλεσαμενος αυτους λεγει αυτοις οιδατε οτι οι δοκουντες αρχειν των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι αυτων κατεξουσιαζουσιν αυτων43 ουχ ουτως δε εσται εν υμιν αλλ ος εαν θελη γενεσθαι μεγας εν υμιν εσται διακονος υμων44 και ος αν θελη υμων γενεσθαι πρωτος εσται παντων δουλος45 και γαρ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων46 και ερχονται εις ιεριχω και εκπορευομενου αυτου απο ιεριχω και των μαθητων αυτου και οχλου ικανου υιος τιμαιου βαρτιμαιος ο τυφλος εκαθητο παρα την οδον προσαιτων47 και ακουσας οτι ιησους ο ναζωραιος εστιν ηρξατο κραζειν και λεγειν ο υιος δαβιδ ιησου ελεησον με48 και επετιμων αυτω πολλοι ινα σιωπηση ο δε πολλω μαλλον εκραζεν υιε δαβιδ ελεησον με49 και στας ο ιησους ειπεν αυτον φωνηθηναι και φωνουσιν τον τυφλον λεγοντες αυτω θαρσει εγειραι φωνει σε50 ο δε αποβαλων το ιματιον αυτου αναστας ηλθεν προς τον ιησουν51 και αποκριθεις λεγει αυτω ο ιησους τι θελεις ποιησω σοι ο δε τυφλος ειπεν αυτω ραββονι ινα αναβλεψω52 ο δε ιησους ειπεν αυτω υπαγε η πιστις σου σεσωκεν σε και ευθεως ανεβλεψεν και ηκολουθει τω ιησου εν τη οδω

1 Corinthians 15:24-25

24 ειτα το τελος οταν παραδω την βασιλειαν τω θεω και πατρι οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν25 δει γαρ αυτον βασιλευειν αχρις ου αν θη παντας τους εχθρους υπο τους ποδας αυτου

1 Timothy 4:3

3 κωλυοντων γαμειν απεχεσθαι βρωματων α ο θεος εκτισεν εις μεταληψιν μετα ευχαριστιας τοις πιστοις και επεγνωκοσιν την αληθειαν

Mark 10:14

14 ιδων δε ο ιησους ηγανακτησεν και ειπεν αυτοις αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου

John 8:31

31 ελεγεν ουν ο ιησους προς τους πεπιστευκοτας αυτω ιουδαιους εαν υμεις μεινητε εν τω λογω τω εμω αληθως μαθηται μου εστε

John 6:1-71

1 μετα ταυτα απηλθεν ο ιησους περαν της θαλασσης της γαλιλαιας της τιβεριαδος2 και ηκολουθει αυτω οχλος πολυς οτι εωρων αυτου τα σημεια α εποιει επι των ασθενουντων3 ανηλθεν δε εις το ορος ο ιησους και εκει εκαθητο μετα των μαθητων αυτου4 ην δε εγγυς το πασχα η εορτη των ιουδαιων5 επαρας ουν ο ιησους τους οφθαλμους και θεασαμενος οτι πολυς οχλος ερχεται προς αυτον λεγει προς τον φιλιππον ποθεν αγορασομεν αρτους ινα φαγωσιν ουτοι6 τουτο δε ελεγεν πειραζων αυτον αυτος γαρ ηδει τι εμελλεν ποιειν7 απεκριθη αυτω φιλιππος διακοσιων δηναριων αρτοι ουκ αρκουσιν αυτοις ινα εκαστος αυτων βραχυ τι λαβη8 λεγει αυτω εις εκ των μαθητων αυτου ανδρεας ο αδελφος σιμωνος πετρου9 εστιν παιδαριον εν ωδε ο εχει πεντε αρτους κριθινους και δυο οψαρια αλλα ταυτα τι εστιν εις τοσουτους10 ειπεν δε ο ιησους ποιησατε τους ανθρωπους αναπεσειν ην δε χορτος πολυς εν τω τοπω ανεπεσον ουν οι ανδρες τον αριθμον ωσει πεντακισχιλιοι11 ελαβεν δε τους αρτους ο ιησους και ευχαριστησας διεδωκεν τοις μαθηταις οι δε μαθηται τοις ανακειμενοις ομοιως και εκ των οψαριων οσον ηθελον12 ως δε ενεπλησθησαν λεγει τοις μαθηταις αυτου συναγαγετε τα περισσευσαντα κλασματα ινα μη τι αποληται13 συνηγαγον ουν και εγεμισαν δωδεκα κοφινους κλασματων εκ των πεντε αρτων των κριθινων α επερισσευσεν τοις βεβρωκοσιν14 οι ουν ανθρωποι ιδοντες ο εποιησεν σημειον ο ιησους ελεγον οτι ουτος εστιν αληθως ο προφητης ο ερχομενος εις τον κοσμον15 ιησους ουν γνους οτι μελλουσιν ερχεσθαι και αρπαζειν αυτον ινα ποιησωσιν αυτον βασιλεα ανεχωρησεν παλιν εις το ορος αυτος μονος16 ως δε οψια εγενετο κατεβησαν οι μαθηται αυτου επι την θαλασσαν17 και εμβαντες εις το πλοιον ηρχοντο περαν της θαλασσης εις καπερναουμ και σκοτια ηδη εγεγονει και ουκ εληλυθει προς αυτους ο ιησους18 η τε θαλασσα ανεμου μεγαλου πνεοντος διηγειρετο19 εληλακοτες ουν ως σταδιους εικοσιπεντε η τριακοντα θεωρουσιν τον ιησουν περιπατουντα επι της θαλασσης και εγγυς του πλοιου γινομενον και εφοβηθησαν20 ο δε λεγει αυτοις εγω ειμι μη φοβεισθε21 ηθελον ουν λαβειν αυτον εις το πλοιον και ευθεως το πλοιον εγενετο επι της γης εις ην υπηγον22 τη επαυριον ο οχλος ο εστηκως περαν της θαλασσης ιδων οτι πλοιαριον αλλο ουκ ην εκει ει μη εν εκεινο εις ο ενεβησαν οι μαθηται αυτου και οτι ου συνεισηλθεν τοις μαθηταις αυτου ο ιησους εις το πλοιαριον αλλα μονοι οι μαθηται αυτου απηλθον23 αλλα δε ηλθεν πλοιαρια εκ τιβεριαδος εγγυς του τοπου οπου εφαγον τον αρτον ευχαριστησαντος του κυριου24 οτε ουν ειδεν ο οχλος οτι ιησους ουκ εστιν εκει ουδε οι μαθηται αυτου ενεβησαν και αυτοι εις τα πλοια και ηλθον εις καπερναουμ ζητουντες τον ιησουν25 και ευροντες αυτον περαν της θαλασσης ειπον αυτω ραββι ποτε ωδε γεγονας26 απεκριθη αυτοις ο ιησους και ειπεν αμην αμην λεγω υμιν ζητειτε με ουχ οτι ειδετε σημεια αλλ οτι εφαγετε εκ των αρτων και εχορτασθητε27 εργαζεσθε μη την βρωσιν την απολλυμενην αλλα την βρωσιν την μενουσαν εις ζωην αιωνιον ην ο υιος του ανθρωπου υμιν δωσει τουτον γαρ ο πατηρ εσφραγισεν ο θεος28 ειπον ουν προς αυτον τι ποιουμεν ινα εργαζωμεθα τα εργα του θεου29 απεκριθη ο ιησους και ειπεν αυτοις τουτο εστιν το εργον του θεου ινα πιστευσητε εις ον απεστειλεν εκεινος30 ειπον ουν αυτω τι ουν ποιεις συ σημειον ινα ιδωμεν και πιστευσωμεν σοι τι εργαζη31 οι πατερες ημων το μαννα εφαγον εν τη ερημω καθως εστιν γεγραμμενον αρτον εκ του ουρανου εδωκεν αυτοις φαγειν32 ειπεν ουν αυτοις ο ιησους αμην αμην λεγω υμιν ου μωσης δεδωκεν υμιν τον αρτον εκ του ουρανου αλλ ο πατηρ μου διδωσιν υμιν τον αρτον εκ του ουρανου τον αληθινον33 ο γαρ αρτος του θεου εστιν ο καταβαινων εκ του ουρανου και ζωην διδους τω κοσμω34 ειπον ουν προς αυτον κυριε παντοτε δος ημιν τον αρτον τουτον35 ειπεν δε αυτοις ο ιησους εγω ειμι ο αρτος της ζωης ο ερχομενος προς με ου μη πειναση και ο πιστευων εις εμε ου μη διψηση πωποτε36 αλλ ειπον υμιν οτι και εωρακατε με και ου πιστευετε37 παν ο διδωσιν μοι ο πατηρ προς εμε ηξει και τον ερχομενον προς με ου μη εκβαλω εξω38 οτι καταβεβηκα εκ του ουρανου ουχ ινα ποιω το θελημα το εμον αλλα το θελημα του πεμψαντος με39 τουτο δε εστιν το θελημα του πεμψαντος με πατρος ινα παν ο δεδωκεν μοι μη απολεσω εξ αυτου αλλα αναστησω αυτο εν τη εσχατη ημερα40 τουτο δε εστιν το θελημα του πεμψαντος με ινα πας ο θεωρων τον υιον και πιστευων εις αυτον εχη ζωην αιωνιον και αναστησω αυτον εγω τη εσχατη ημερα41 εγογγυζον ουν οι ιουδαιοι περι αυτου οτι ειπεν εγω ειμι ο αρτος ο καταβας εκ του ουρανου42 και ελεγον ουχ ουτος εστιν ιησους ο υιος ιωσηφ ου ημεις οιδαμεν τον πατερα και την μητερα πως ουν λεγει ουτος οτι εκ του ουρανου καταβεβηκα43 απεκριθη ουν ο ιησους και ειπεν αυτοις μη γογγυζετε μετ αλληλων44 ουδεις δυναται ελθειν προς με εαν μη ο πατηρ ο πεμψας με ελκυση αυτον και εγω αναστησω αυτον τη εσχατη ημερα45 εστιν γεγραμμενον εν τοις προφηταις και εσονται παντες διδακτοι του θεου πας ουν ο ακουσας παρα του πατρος και μαθων ερχεται προς με46 ουχ οτι τον πατερα τις εωρακεν ει μη ο ων παρα του θεου ουτος εωρακεν τον πατερα47 αμην αμην λεγω υμιν ο πιστευων εις εμε εχει ζωην αιωνιον48 εγω ειμι ο αρτος της ζωης49 οι πατερες υμων εφαγον το μαννα εν τη ερημω και απεθανον50 ουτος εστιν ο αρτος ο εκ του ουρανου καταβαινων ινα τις εξ αυτου φαγη και μη αποθανη51 εγω ειμι ο αρτος ο ζων ο εκ του ουρανου καταβας εαν τις φαγη εκ τουτου του αρτου ζησεται εις τον αιωνα και ο αρτος δε ον εγω δωσω η σαρξ μου εστιν ην εγω δωσω υπερ της του κοσμου ζωης52 εμαχοντο ουν προς αλληλους οι ιουδαιοι λεγοντες πως δυναται ουτος ημιν δουναι την σαρκα φαγειν53 ειπεν ουν αυτοις ο ιησους αμην αμην λεγω υμιν εαν μη φαγητε την σαρκα του υιου του ανθρωπου και πιητε αυτου το αιμα ουκ εχετε ζωην εν εαυτοις54 ο τρωγων μου την σαρκα και πινων μου το αιμα εχει ζωην αιωνιον και εγω αναστησω αυτον τη εσχατη ημερα55 η γαρ σαρξ μου αληθως εστιν βρωσις και το αιμα μου αληθως εστιν ποσις56 ο τρωγων μου την σαρκα και πινων μου το αιμα εν εμοι μενει καγω εν αυτω57 καθως απεστειλεν με ο ζων πατηρ καγω ζω δια τον πατερα και ο τρωγων με κακεινος ζησεται δι εμε58 ουτος εστιν ο αρτος ο εκ του ουρανου καταβας ου καθως εφαγον οι πατερες υμων το μαννα και απεθανον ο τρωγων τουτον τον αρτον ζησεται εις τον αιωνα59 ταυτα ειπεν εν συναγωγη διδασκων εν καπερναουμ60 πολλοι ουν ακουσαντες εκ των μαθητων αυτου ειπον σκληρος εστιν ουτος ο λογος τις δυναται αυτου ακουειν61 ειδως δε ο ιησους εν εαυτω οτι γογγυζουσιν περι τουτου οι μαθηται αυτου ειπεν αυτοις τουτο υμας σκανδαλιζει62 εαν ουν θεωρητε τον υιον του ανθρωπου αναβαινοντα οπου ην το προτερον63 το πνευμα εστιν το ζωοποιουν η σαρξ ουκ ωφελει ουδεν τα ρηματα α εγω λαλω υμιν πνευμα εστιν και ζωη εστιν64 αλλ εισιν εξ υμων τινες οι ου πιστευουσιν ηδει γαρ εξ αρχης ο ιησους τινες εισιν οι μη πιστευοντες και τις εστιν ο παραδωσων αυτον65 και ελεγεν δια τουτο ειρηκα υμιν οτι ουδεις δυναται ελθειν προς με εαν μη η δεδομενον αυτω εκ του πατρος μου66 εκ τουτου πολλοι απηλθον των μαθητων αυτου εις τα οπισω και ουκετι μετ αυτου περιεπατουν67 ειπεν ουν ο ιησους τοις δωδεκα μη και υμεις θελετε υπαγειν68 απεκριθη ουν αυτω σιμων πετρος κυριε προς τινα απελευσομεθα ρηματα ζωης αιωνιου εχεις69 και ημεις πεπιστευκαμεν και εγνωκαμεν οτι συ ει ο χριστος ο υιος του θεου του ζωντος70 απεκριθη αυτοις ο ιησους ουκ εγω υμας τους δωδεκα εξελεξαμην και εξ υμων εις διαβολος εστιν71 ελεγεν δε τον ιουδαν σιμωνος ισκαριωτην ουτος γαρ ημελλεν αυτον παραδιδοναι εις ων εκ των δωδεκα

John 10:35

35 ει εκεινους ειπεν θεους προς ους ο λογος του θεου εγενετο και ου δυναται λυθηναι η γραφη

Acts 8:9

9 ανηρ δε τις ονοματι σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστων το εθνος της σαμαρειας λεγων ειναι τινα εαυτον μεγαν

Acts 12:4

4 ον και πιασας εθετο εις φυλακην παραδους τεσσαρσιν τετραδιοις στρατιωτων φυλασσειν αυτον βουλομενος μετα το πασχα αναγαγειν αυτον τω λαω

1 John 5:7-8

7 οτι τρεις εισιν οι μαρτυρουντες εν τω ουρανω ο πατηρ ο λογος και το αγιον πνευμα και ουτοι οι τρεις εν εισιν8 και τρεις εισιν οι μαρτυρουντες εν τη γη το πνευμα και το υδωρ και το αιμα και οι τρεις εις το εν εισιν

James 4:4

4 μοιχοι και μοιχαλιδες ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του θεου εστιν ος αν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του θεου καθισταται

Matthew 18:16

16 εαν δε μη ακουση παραλαβε μετα σου ετι ενα η δυο ινα επι στοματος δυο μαρτυρων η τριων σταθη παν ρημα

Romans 8:15-17

15 ου γαρ ελαβετε πνευμα δουλειας παλιν εις φοβον αλλ ελαβετε πνευμα υιοθεσιας εν ω κραζομεν αββα ο πατηρ16 αυτο το πνευμα συμμαρτυρει τω πνευματι ημων οτι εσμεν τεκνα θεου17 ει δε τεκνα και κληρονομοι κληρονομοι μεν θεου συγκληρονομοι δε χριστου ειπερ συμπασχομεν ινα και συνδοξασθωμεν

John 3:16

16 ουτως γαρ ηγαπησεν ο θεος τον κοσμον ωστε τον υιον αυτου τον μονογενη εδωκεν ινα πας ο πιστευων εις αυτον μη αποληται αλλ εχη ζωην αιωνιον

Hebrews 5:9

9 και τελειωθεις εγενετο τοις υπακουουσιν αυτω πασιν αιτιος σωτηριας αιωνιου

2 Timothy 2:4

4 ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση

Revelation 12:11

11 και αυτοι ενικησαν αυτον δια το αιμα του αρνιου και δια τον λογον της μαρτυριας αυτων και ουκ ηγαπησαν την ψυχην αυτων αχρι θανατου

Matthew 7:21

21 ου πας ο λεγων μοι κυριε κυριε εισελευσεται εις την βασιλειαν των ουρανων αλλ ο ποιων το θελημα του πατρος μου του εν ουρανοις

John 3:36

36 ο πιστευων εις τον υιον εχει ζωην αιωνιον ο δε απειθων τω υιω ουκ οψεται ζωην αλλ η οργη του θεου μενει επ αυτον

1 Corinthians 9:24

24 ουκ οιδατε οτι οι εν σταδιω τρεχοντες παντες μεν τρεχουσιν εις δε λαμβανει το βραβειον ουτως τρεχετε ινα καταλαβητε

Acts 4:12

12 και ουκ εστιν εν αλλω ουδενι η σωτηρια ουτε γαρ ονομα εστιν ετερον υπο τον ουρανον το δεδομενον εν ανθρωποις εν ω δει σωθηναι ημας

Ephesians 5:14

14 διο λεγει εγειραι ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστος

Hebrews 4:12

12 ζων γαρ ο λογος του θεου και ενεργης και τομωτερος υπερ πασαν μαχαιραν διστομον και διικνουμενος αχρι μερισμου ψυχης τε και πνευματος αρμων τε και μυελων και κριτικος ενθυμησεων και εννοιων καρδιας

Matthew 16:18

18 καγω δε σοι λεγω οτι συ ει πετρος και επι ταυτη τη πετρα οικοδομησω μου την εκκλησιαν και πυλαι αδου ου κατισχυσουσιν αυτης

Revelation 2:9

9 οιδα σου τα εργα και την θλιψιν και την πτωχειαν πλουσιος δε ει και την βλασφημιαν των λεγοντων ιουδαιους ειναι εαυτους και ουκ εισιν αλλα συναγωγη του σατανα

Ephesians 5:1-6:24

1 γινεσθε ουν μιμηται του θεου ως τεκνα αγαπητα2 και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν ημας και παρεδωκεν εαυτον υπερ ημων προσφοραν και θυσιαν τω θεω εις οσμην ευωδιας3 πορνεια δε και πασα ακαθαρσια η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθως πρεπει αγιοις4 και αισχροτης και μωρολογια η ευτραπελια τα ουκ ανηκοντα αλλα μαλλον ευχαριστια5 τουτο γαρ εστε γινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ος εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου6 μηδεις υμας απατατω κενοις λογοις δια ταυτα γαρ ερχεται η οργη του θεου επι τους υιους της απειθειας7 μη ουν γινεσθε συμμετοχοι αυτων8 ητε γαρ ποτε σκοτος νυν δε φως εν κυριω ως τεκνα φωτος περιπατειτε9 ο γαρ καρπος του πνευματος εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια10 δοκιμαζοντες τι εστιν ευαρεστον τω κυριω11 και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε12 τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν13 τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται παν γαρ το φανερουμενον φως εστιν14 διο λεγει εγειραι ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστος15 βλεπετε ουν πως ακριβως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι16 εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν17 δια τουτο μη γινεσθε αφρονες αλλα συνιεντες τι το θελημα του κυριου18 και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι19 λαλουντες εαυτοις ψαλμοις και υμνοις και ωδαις πνευματικαις αδοντες και ψαλλοντες εν τη καρδια υμων τω κυριω20 ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι21 υποτασσομενοι αλληλοις εν φοβω θεου22 αι γυναικες τοις ιδιοις ανδρασιν υποτασσεσθε ως τω κυριω23 οτι ο ανηρ εστιν κεφαλη της γυναικος ως και ο χριστος κεφαλη της εκκλησιας και αυτος εστιν σωτηρ του σωματος24 αλλ ωσπερ η εκκλησια υποτασσεται τω χριστω ουτως και αι γυναικες τοις ιδιοις ανδρασιν εν παντι25 οι ανδρες αγαπατε τας γυναικας εαυτων καθως και ο χριστος ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης26 ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι27 ινα παραστηση αυτην εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος28 ουτως οφειλουσιν οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα29 ουδεις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλ εκτρεφει και θαλπει αυτην καθως και ο κυριος την εκκλησιαν30 οτι μελη εσμεν του σωματος αυτου εκ της σαρκος αυτου και εκ των οστεων αυτου31 αντι τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν32 το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις χριστον και εις την εκκλησιαν33 πλην και υμεις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα

Ephesians 6:1-24

1 τα τεκνα υπακουετε τοις γονευσιν υμων εν κυριω τουτο γαρ εστιν δικαιον2 τιμα τον πατερα σου και την μητερα ητις εστιν εντολη πρωτη εν επαγγελια3 ινα ευ σοι γενηται και εση μακροχρονιος επι της γης4 και οι πατερες μη παροργιζετε τα τεκνα υμων αλλ εκτρεφετε αυτα εν παιδεια και νουθεσια κυριου5 οι δουλοι υπακουετε τοις κυριοις κατα σαρκα μετα φοβου και τρομου εν απλοτητι της καρδιας υμων ως τω χριστω6 μη κατ οφθαλμοδουλειαν ως ανθρωπαρεσκοι αλλ ως δουλοι του χριστου ποιουντες το θελημα του θεου εκ ψυχης7 μετ ευνοιας δουλευοντες τω κυριω και ουκ ανθρωποις8 ειδοτες οτι ο εαν τι εκαστος ποιηση αγαθον τουτο κομιειται παρα του κυριου ειτε δουλος ειτε ελευθερος9 και οι κυριοι τα αυτα ποιειτε προς αυτους ανιεντες την απειλην ειδοτες οτι και υμων αυτων ο κυριος εστιν εν ουρανοις και προσωποληψια ουκ εστιν παρ αυτω10 το λοιπον αδελφοι μου ενδυναμουσθε εν κυριω και εν τω κρατει της ισχυος αυτου11 ενδυσασθε την πανοπλιαν του θεου προς το δυνασθαι υμας στηναι προς τας μεθοδειας του διαβολου12 οτι ουκ εστιν ημιν η παλη προς αιμα και σαρκα αλλα προς τας αρχας προς τας εξουσιας προς τους κοσμοκρατορας του σκοτους του αιωνος τουτου προς τα πνευματικα της πονηριας εν τοις επουρανιοις13 δια τουτο αναλαβετε την πανοπλιαν του θεου ινα δυνηθητε αντιστηναι εν τη ημερα τη πονηρα και απαντα κατεργασαμενοι στηναι14 στητε ουν περιζωσαμενοι την οσφυν υμων εν αληθεια και ενδυσαμενοι τον θωρακα της δικαιοσυνης15 και υποδησαμενοι τους ποδας εν ετοιμασια του ευαγγελιου της ειρηνης16 επι πασιν αναλαβοντες τον θυρεον της πιστεως εν ω δυνησεσθε παντα τα βελη του πονηρου τα πεπυρωμενα σβεσαι17 και την περικεφαλαιαν του σωτηριου δεξασθε και την μαχαιραν του πνευματος ο εστιν ρημα θεου18 δια πασης προσευχης και δεησεως προσευχομενοι εν παντι καιρω εν πνευματι και εις αυτο τουτο αγρυπνουντες εν παση προσκαρτερησει και δεησει περι παντων των αγιων19 και υπερ εμου ινα μοι δοθειη λογος εν ανοιξει του στοματος μου εν παρρησια γνωρισαι το μυστηριον του ευαγγελιου20 υπερ ου πρεσβευω εν αλυσει ινα εν αυτω παρρησιασωμαι ως δει με λαλησαι21 ινα δε ειδητε και υμεις τα κατ εμε τι πρασσω παντα υμιν γνωρισει τυχικος ο αγαπητος αδελφος και πιστος διακονος εν κυριω22 ον επεμψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τας καρδιας υμων23 ειρηνη τοις αδελφοις και αγαπη μετα πιστεως απο θεου πατρος και κυριου ιησου χριστου24 η χαρις μετα παντων των αγαπωντων τον κυριον ημων ιησουν χριστον εν αφθαρσια αμην [προς εφεσιους εγραφη απο ρωμης δια τυχικου]

Matthew 7:17-27

17 ουτως παν δενδρον αγαθον καρπους καλους ποιει το δε σαπρον δενδρον καρπους πονηρους ποιει18 ου δυναται δενδρον αγαθον καρπους πονηρους ποιειν ουδε δενδρον σαπρον καρπους καλους ποιειν19 παν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται20 αραγε απο των καρπων αυτων επιγνωσεσθε αυτους21 ου πας ο λεγων μοι κυριε κυριε εισελευσεται εις την βασιλειαν των ουρανων αλλ ο ποιων το θελημα του πατρος μου του εν ουρανοις22 πολλοι ερουσιν μοι εν εκεινη τη ημερα κυριε κυριε ου τω σω ονοματι προεφητευσαμεν και τω σω ονοματι δαιμονια εξεβαλομεν και τω σω ονοματι δυναμεις πολλας εποιησαμεν23 και τοτε ομολογησω αυτοις οτι ουδεποτε εγνων υμας αποχωρειτε απ εμου οι εργαζομενοι την ανομιαν24 πας ουν οστις ακουει μου τους λογους τουτους και ποιει αυτους ομοιωσω αυτον ανδρι φρονιμω οστις ωκοδομησεν την οικιαν αυτου επι την πετραν25 και κατεβη η βροχη και ηλθον οι ποταμοι και επνευσαν οι ανεμοι και προσεπεσον τη οικια εκεινη και ουκ επεσεν τεθεμελιωτο γαρ επι την πετραν26 και πας ο ακουων μου τους λογους τουτους και μη ποιων αυτους ομοιωθησεται ανδρι μωρω οστις ωκοδομησεν την οικιαν αυτου επι την αμμον27 και κατεβη η βροχη και ηλθον οι ποταμοι και επνευσαν οι ανεμοι και προσεκοψαν τη οικια εκεινη και επεσεν και ην η πτωσις αυτης μεγαλη

Luke 6:46

46 τι δε με καλειτε κυριε κυριε και ου ποιειτε α λεγω

John 12:48

48 ο αθετων εμε και μη λαμβανων τα ρηματα μου εχει τον κρινοντα αυτον ο λογος ον ελαλησα εκεινος κρινει αυτον εν τη εσχατη ημερα

Revelation 11:6-7

6 ουτοι εχουσιν εξουσιαν κλεισαι τον ουρανον ινα μη βρεχη υετος εν ημεραις αυτων της προφητειας και εξουσιαν εχουσιν επι των υδατων στρεφειν αυτα εις αιμα και παταξαι την γην παση πληγη οσακις εαν θελησωσιν7 και οταν τελεσωσιν την μαρτυριαν αυτων το θηριον το αναβαινον εκ της αβυσσου ποιησει πολεμον μετ αυτων και νικησει αυτους και αποκτενει αυτους

1 Peter 5:7-8

7 πασαν την μεριμναν υμων επιρριψαντες επ αυτον οτι αυτω μελει περι υμων8 νηψατε γρηγορησατε οτι ο αντιδικος υμων διαβολος ως λεων ωρυομενος περιπατει ζητων τινα καταπιη

1 John 2:4

4 ο λεγων εγνωκα αυτον και τας εντολας αυτου μη τηρων ψευστης εστιν και εν τουτω η αληθεια ουκ εστιν

John 8:31-32

31 ελεγεν ουν ο ιησους προς τους πεπιστευκοτας αυτω ιουδαιους εαν υμεις μεινητε εν τω λογω τω εμω αληθως μαθηται μου εστε32 και γνωσεσθε την αληθειαν και η αληθεια ελευθερωσει υμας

Mark 7:7

7 ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων

Matthew 4:8-9

8 παλιν παραλαμβανει αυτον ο διαβολος εις ορος υψηλον λιαν και δεικνυσιν αυτω πασας τας βασιλειας του κοσμου και την δοξαν αυτων9 και λεγει αυτω ταυτα παντα σοι δωσω εαν πεσων προσκυνησης μοι

Ephesians 5:11

11 και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε

Revelation 3:9

9 ιδου διδωμι εκ της συναγωγης του σατανα των λεγοντων εαυτους ιουδαιους ειναι και ουκ εισιν αλλα ψευδονται ιδου ποιησω αυτους ινα ηξωσιν και προσκυνησωσιν ενωπιον των ποδων σου και γνωσιν οτι εγω ηγαπησα σε

1 John 5:19

19 οιδαμεν οτι εκ του θεου εσμεν και ο κοσμος ολος εν τω πονηρω κειται

John 14:6

6 λεγει αυτω ο ιησους εγω ειμι η οδος και η αληθεια και η ζωη ουδεις ερχεται προς τον πατερα ει μη δι εμου

2 Corinthians 10:3-5

3 εν σαρκι γαρ περιπατουντες ου κατα σαρκα στρατευομεθα4 τα γαρ οπλα της στρατειας ημων ου σαρκικα αλλα δυνατα τω θεω προς καθαιρεσιν οχυρωματων5 λογισμους καθαιρουντες και παν υψωμα επαιρομενον κατα της γνωσεως του θεου και αιχμαλωτιζοντες παν νοημα εις την υπακοην του χριστου

Ephesians 6:12

12 οτι ουκ εστιν ημιν η παλη προς αιμα και σαρκα αλλα προς τας αρχας προς τας εξουσιας προς τους κοσμοκρατορας του σκοτους του αιωνος τουτου προς τα πνευματικα της πονηριας εν τοις επουρανιοις

Jude 1:4

4 παρεισεδυσαν γαρ τινες ανθρωποι οι παλαι προγεγραμμενοι εις τουτο το κριμα ασεβεις την του θεου ημων χαριν μετατιθεντες εις ασελγειαν και τον μονον δεσποτην θεον και κυριον ημων ιησουν χριστον αρνουμενοι

Revelation 16:14

14 εισιν γαρ πνευματα δαιμονων ποιουντα σημεια εκπορευεσθαι επι τους βασιλεις της γης και της οικουμενης ολης συναγαγειν αυτους εις πολεμον της ημερας εκεινης της μεγαλης του θεου του παντοκρατορος

Mark 13:22

22 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προς το αποπλαναν ει δυνατον και τους εκλεκτους

Topical data is from OpenBible.info, retrieved November 11, 2013, and licensed under a Creative Commons Attribution License.