Luke 3:23-38

Tregelles(i) 23
Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ, τοῦ Ἡλεί, 24 τοῦ Ματθάτ, τοῦ Λευεί, τοῦ Μελχεί, τοῦ Ἰανναί, τοῦ Ἰωσήφ, 25 τοῦ Μαθθαθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλεί, τοῦ Ναγγαί, 26 τοῦ Μαάθ, τοῦ Ματταθίου τοῦ Σεμεείν, τοῦ Ἰωσήχ, τοῦ Ἰωδά, 27 τοῦ Ἰωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ,
τοῦ Σαλαθιήλ, τοῦ Νηρεί, 28 τοῦ Μελχεί, τοῦ Ἀδδεί, τοῦ Κωσάμ, τοῦ Ἐλμαδάμ, τοῦ Ἤρ, 29 τοῦ Ἰησοῦ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Μαθθάτ, τοῦ Λευεί, 30 τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάμ, τοῦ Ἐλιακείμ, 31 τοῦ Μελεά, τοῦ Μεννά, τοῦ Ματταθά,
τοῦ Ναθάν, τοῦ Δαυείδ, 32 τοῦ Ἰεσσαί, τοῦ Ἰωβήδ, τοῦ Βοός, τοῦ Σαλμών, τοῦ Ναασσών, 33 τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἐσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34 τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ,
τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, 35 τοῦ Σερούχ, τοῦ Ῥαγαῦ, τοῦ Φάλεκ, τοῦ Ἕβερ, τοῦ Σαλά, 36 τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37 τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν, 38 τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ.