Romans 3:9-18

Stephanus(i) 9 τι ουν προεχομεθα ου παντως προητιασαμεθα γαρ ιουδαιους τε και ελληνας παντας υφ αμαρτιαν ειναι 10 καθως γεγραπται οτι ουκ εστιν δικαιος ουδε εις 11 ουκ εστιν ο συνιων ουκ εστιν ο εκζητων τον θεον 12 παντες εξεκλιναν αμα ηχρειωθησαν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εως ενος 13 ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτων 14 ων το στομα αρας και πικριας γεμει 15 οξεις οι ποδες αυτων εκχεαι αιμα 16 συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων 17 και οδον ειρηνης ουκ εγνωσαν 18 ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων