Luke 14:21

Stephanus(i) 21 και παραγενομενος ο δουλος εκεινος απηγγειλεν τω κυριω αυτου ταυτα τοτε οργισθεις ο οικοδεσποτης ειπεν τω δουλω αυτου εξελθε ταχεως εις τας πλατειας και ρυμας της πολεως και τους πτωχους και αναπηρους και χωλους και τυφλους εισαγαγε ωδε