2 Thessalonians 2:9-12

Stephanus(i) 9 ου εστιν η παρουσια κατ ενεργειαν του σατανα εν παση δυναμει και σημειοις και τερασιν ψευδους 10 και εν παση απατη της αδικιας εν τοις απολλυμενοις ανθ ων την αγαπην της αληθειας ουκ εδεξαντο εις το σωθηναι αυτους 11 και δια τουτο πεμψει αυτοις ο θεος ενεργειαν πλανης εις το πιστευσαι αυτους τω ψευδει 12 ινα κριθωσιν παντες οι μη πιστευσαντες τη αληθεια αλλ ευδοκησαντες εν τη αδικια