Matthew 27:3-5

SBLGNT(i) 3 Τότε ἰδὼν Ἰούδας ὁ ⸀παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς ⸀ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν ⸀καὶ πρεσβυτέροις 4 λέγων· Ἥμαρτον παραδοὺς αἷμα ⸀ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ ⸀ὄψῃ. 5 καὶ ῥίψας τὰ ἀργύρια ⸂εἰς τὸν ναὸν⸃ ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
SBL Greek NT Apparatus

3 παραδιδοὺς Treg NIV RP ] παραδοὺς WH • ἔστρεψεν WH Treg NIV ] ἀπέστρεψεν RP • καὶ WH Treg NIV ] + τοῖς RP
4 ἀθῷον Treg NIV RP ] δίκαιον WH • ὄψῃ WH Treg NIV ] ὄψει RP
5 εἰς τὸν ναὸν WH Treg NIV ] ἐν τῷ ναῷ RP