Matthew 14

SBLGNT(i) 1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, 2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν ⸀αὐτὸν καὶ ⸂ἐν φυλακῇ ἀπέθετο⸃ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, 4 ἔλεγεν γὰρ ⸂αὐτῷ ὁ Ἰωάννης⸃· Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν· 5 καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6 ⸂γενεσίοις δὲ γενομένοις⸃ τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ, 7 ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ⸀ἐὰν αἰτήσηται. 8 ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9 καὶ ⸂λυπηθεὶς ὁ βασιλεὺς διὰ⸃ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι, 10 καὶ πέμψας ἀπεκεφάλισεν ⸀τὸν Ἰωάννην ἐν τῇ φυλακῇ· 11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ ⸀πτῶμα καὶ ἔθαψαν ⸀αὐτόν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. 13 ⸂Ἀκούσας δὲ⸃ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14 καὶ ⸀ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ ⸀μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπεν· Φέρετέ μοι ⸂ὧδε αὐτούς⸃. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοῦ χόρτου⸃, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. 22 Καὶ εὐθέως ⸀ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι ⸀εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη ⸂σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν⸃, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸀ἦλθεν πρὸς ⸀αὐτοὺς περιπατῶν ἐπὶ ⸂τὴν θάλασσαν⸃. 26 ⸂οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν⸃ ἐπὶ ⸂τῆς θαλάσσης⸃ περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 ⸀εὐθὺς δὲ ἐλάλησεν ⸂αὐτοῖς ὁ Ἰησοῦς⸃ λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν⸃· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸂ἐλθεῖν πρὸς σὲ⸃ ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ ⸀πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ⸂καὶ ἦλθεν⸃ πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον ⸀ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32 καὶ ⸀ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ ⸀πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες ἦλθον ⸂ἐπὶ τὴν γῆν εἰς⸃ Γεννησαρέτ. 35 καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, 36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
SBL Greek NT Apparatus

3 αὐτὸν Treg NIV RP ] – WH • ἐν φυλακῇ ἀπέθετο WH NIV ] ἐν τῇ φυλακῇ ἀπέθετο Treg; ἔθετο ἐν φυλακῇ RP
4 αὐτῷ ὁ Ἰωάννης RP ] ὁ Ἰωάννης αὐτῷ WH NIV; ὁ Ἰωάννης Treg
6 γενεσίοις δὲ γενομένοις WH Treg NIV ] Γενεσίων δὲ ἀγομένων RP
7 ἐὰν WH NIV RP ] ἂν Treg
9 λυπηθεὶς ὁ βασιλεὺς διὰ WH Treg NIV ] ἐλυπήθη ὁ βασιλεύς διὰ δὲ RP
10 τὸν NIV RP ] – WH Treg
12 πτῶμα WH Treg NIV ] σῶμα RP • αὐτόν WH Treg NA ] αὐτό NIV RP
13 Ἀκούσας δὲ WH Treg NIV ] Καὶ ἀκούσας RP
14 ἐξελθὼν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
15 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
18 ὧδε αὐτούς WH Treg NIV ] αὐτοὺς ὧδε RP
19 τοῦ χόρτου WH Treg NIV ] τοὺς χόρτους RP
22 ἠνάγκασεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP • εἰς WH Treg ] + τὸ NIV RP
24 σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν WH Treg NIV ] μέσον τῆς θαλάσσης ἦν RP
25 ἦλθεν WH Treg NA ] ἀπῆλθεν NIV RP • αὐτοὺς WH Treg NIV ] + ὁ Ἰησοῦς RP • τὴν θάλασσαν WH Treg NIV ] τῆς θαλάσσης RP
26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν WH NIV ] καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ Treg RP • τῆς θαλάσσης WH Treg NIV ] τὴν θάλασσαν RP
27 εὐθὺς WH Treg NIV ] Εὐθέως RP • αὐτοῖς ὁ Ἰησοῦς Treg RP ] ὁ Ἰησοῦς αὐτοῖς WH NIV
28 αὐτῷ ὁ Πέτρος εἶπεν Treg NIV RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH • ἐλθεῖν πρὸς σὲ WH Treg NIV ] πρός σε ἐλθεῖν RP
29 πλοίου WH Treg ] + ὁ NIV RP• καὶ ἦλθεν WH NIV ] ἐλθεῖν Treg RP
30 ἰσχυρὸν Treg RP NA ] – WH NIV
32 ἀναβάντων WH Treg NIV ] ἐμβάντων RP
33 πλοίῳ WH NIV ] + ἐλθόντες Treg RP
34 ἐπὶ τὴν γῆν εἰς WH Treg NIV ] εἰς τὴν γῆν RP