Mark 3:28-30

SBLGNT(i) 28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται ⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃ καὶ ⸂αἱ βλασφημίαι ὅσα ἐὰν⸃ βλασφημήσωσιν· 29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ⸀ἁμαρτήματος. 30 ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.
SBL Greek NT Apparatus

28 τοῖς … ἀνθρώπων τὰ ἁμαρτήματα WH Treg NIV ] τὰ ἁμαρτήματα τοῖς … ἀνθρώπων RP • αἱ βλασφημίαι ὅσα ἐὰν WH Treg NIV ] βλασφημίαι ὅσας ἂν RP
29 ἁμαρτήματος WH Treg NIV ] κρίσεως RP