Luke 20:10-14

SBLGNT(i) 10 ⸀καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος ⸀δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ⸂ἐξαπέστειλαν αὐτὸν δείραντες⸃ κενόν. 11 καὶ προσέθετο ⸂ἕτερον πέμψαι⸃ δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. 12 καὶ προσέθετο ⸂τρίτον πέμψαι⸃· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. 13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως ⸀τοῦτον ἐντραπήσονται. 14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ⸀ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία·
SBL Greek NT Apparatus

10 καὶ WH Treg NIV ] + ἐν RP • δώσουσιν WH Treg NIV ] δῶσιν RP • ἐξαπέστειλαν αὐτὸν δείραντες WH NIV ] δείραντες αὐτὸν ἐξαπέστειλαν Treg RP
11 ἕτερον πέμψαι WH Treg NIV ] πέμψαι ἕτερον RP
12 τρίτον πέμψαι WH Treg NIV ] πέμψαι τρίτον RP
13 τοῦτον WH Treg NIV ] + ἰδόντες RP
14 ἀλλήλους WH Treg NIV ] ἑαυτούς RP • ἀποκτείνωμεν WH Treg NIV ] δεῦτε ἀποκτείνωμεν RP