SBLGNT(i)
29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. 30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· 31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. 32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην 33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ⸃· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. 34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. 35 ⸀διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· 36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, 37 ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. 38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ⸀ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι 39 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. 40 βλέπετε οὖν μὴ ⸀ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις· 41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ⸂ἐργάζομαι ἐγὼ⸃ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
Acts 13:29-41
SBL Greek NT Apparatus
31 νῦν WH Treg NIV ] – RP
33 ἡμῶν WH Treg ] αὐτῶν ἡμῖν NIV RP • ψαλμῷ γέγραπται τῷ δευτέρῳ WH NIV] ψαλμῷ τῷ δευτέρῳ γέγραπται RP; πρώτῳ ψαλμῷ γέγραπται Treg
35 διότι WH Treg NIV ] Διὸ RP
38 ἐν WH Treg NIV] + τῷ RP
40 ἐπέλθῃ WH Treg NIV ] + ἐφ᾽ ὑμᾶς RP
41 ἐργάζομαι ἐγὼ WH Treg NIV ] ἐγὼ ἐργάζομαι RP • ἔργον WH Treg NIV ] – RP
31 νῦν WH Treg NIV ] – RP
33 ἡμῶν WH Treg ] αὐτῶν ἡμῖν NIV RP • ψαλμῷ γέγραπται τῷ δευτέρῳ WH NIV] ψαλμῷ τῷ δευτέρῳ γέγραπται RP; πρώτῳ ψαλμῷ γέγραπται Treg
35 διότι WH Treg NIV ] Διὸ RP
38 ἐν WH Treg NIV] + τῷ RP
40 ἐπέλθῃ WH Treg NIV ] + ἐφ᾽ ὑμᾶς RP
41 ἐργάζομαι ἐγὼ WH Treg NIV ] ἐγὼ ἐργάζομαι RP • ἔργον WH Treg NIV ] – RP