SBLGNT
(i)
16 δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη·
17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ ⸀σπουδαίως ἐζήτησέν με καὶ εὗρεν—
18 δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ—καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.
SBL Greek NT Apparatus
17 σπουδαίως WH Treg NIV ] σπουδαιότερον RP