1 Corinthians 3:4-7

SBLGNT(i) 4 ὅταν γὰρ λέγῃ τις· Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ· Ἐγὼ Ἀπολλῶ, ⸂οὐκ ἄνθρωποί⸃ ἐστε; 5 ⸀Τί οὖν ἐστιν ⸂Ἀπολλῶς; τί δέ ἐστιν Παῦλος⸃; ⸀διάκονοι δι’ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ κύριος ἔδωκεν. 6 ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ θεὸς ηὔξανεν· 7 ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων θεός.
SBL Greek NT Apparatus

4 οὐκ ἄνθρωποί WH Treg NIV ] οὐχὶ σαρκικοί RP
5 Τί WH Treg NIV ] Τίς RP • Ἀπολλῶς τί δέ ἐστιν Παῦλος WH Treg NIV] Παῦλος τίς δὲ Ἀπολλώς RP • διάκονοι WH Treg NIV ] ἀλλ᾽ ἢ διάκονοι RP